# Διονυσιακά 42.243-281

Nonnus of Panopolis, Διονυσιακά, Book 42, lines 42.243-42.281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/42.243

μαρτυρίης ἑτέρης οὐ δεύομαι· ἁβροκόμου γὰρ
ποῖα πἀ Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη;
Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον Ἐρώτων;
ἄργυρον Ὠρίων οὐκ ὤπασεν ἠριγενείῃ·
οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατον· ἀλλʼ ἄρα μοῦνος
χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς
ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην·
οὐ πέλεκυς χραίσμησε λεχώιος· ἀλλά θεαίνης
ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων
φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω·
βάρβιτα χειρὶ λίγαινε, τεῆς ἀναθήματα Ῥείης,
Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον· ἀμφοτέροις δὲ
πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ.
δάφνην πρῶτον ἄειδε καἰ ἀσταθέος δρόμον Ἠχοῦς
καί κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης,
ὅττι θεοὺς ποθέοντας ἀπέστυγον· ἀλλὰ καὶ αὐτὴν
μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις,
Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους·
μέλπε μόρον φθιμένης αὐτόχθονα· μέμφεο γαίῃ.
καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης
καὶ μόρον οἰκτείρουσα· σὺ δὲ φρένα τέρπεο σιγῇ
μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης·
οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ
ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες.
μέλψον ἐρωμανέουσαν ἐπʼ Ἐνδυμίωνι Σελήνην,
μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καἰ αὐτὴν
αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην,
νυμφίον ἰχνεύουσαν ὀρίδρομον· οὐδέ σε φεύγει
πατρῴων ἀίουσα μελίφρονα θεσμὸν Ἐρώτων.
σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω·
ἀλλά με καὶ σὸ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.
ὥς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης.
καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν
παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος,
ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος· ἱσταμένης δὲ
στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης
ὡς ἀέκων ἔθλιψεν· ἐπιψαύουσα δὲ μαζῶν
δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου.
καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη
υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη·
καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης
ὄρχατον ἀμπελόεντα καἰ ὄμπνια λήια γαίης
καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων
ἤθεσι κερδαλέοισι· καί, οἶά τε γηπόνος ἀνήρ,
ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
