Ancient Greek · ~7 min
Book 43, lines 43.163-43.194
Nonnus of Panopolis, Διονυσιακά 43.163-194
Not analysed yet
δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας
καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ·
οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ
ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.
ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας
ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος
τύμπανα Σειληνοῖο κατακλύζοιτο θαλάσσῃ,
κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ
νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω
εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου.
οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω·
Νηρεΐδες γεγάασιν ἀρείονες· ἀλλὰ θαλάσσῃ
διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ
ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ·
καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ
Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ,
ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ.
Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν,
ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης
Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης,
ποινὴν ὀψιτέλεστον· ἀμαιμακέτῳ δὲ ῥεέθρῳ
Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης,
ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης,
Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου.
ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσας
δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν
κάτθεο, σῶν μελέων ὀλίγον σκέπας· οὐρανίου δὲ
εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ,
ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ
πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης,
καὶ στεροπὴν κούφιζε καὶ αἰγίδα πάλλε τοκῆος·
οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου
οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης
τοσσατίης, τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν
οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν Ἐνυώ·
καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς
πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου
εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος Ἄρης·
ὑψώθη δὲ θάλασσα κατʼ αἰθέρος, Ὠκεανῷ δὲ
λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης
βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης,
καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων
κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου
οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.
ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης,
καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ
ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.