Ancient Greek
Book 43, lines 43.301-43.353
Nonnus of Panopolis, Διονυσιακά 43.301-353
Not analysed yet
καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης
εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ
οὕρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ
μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·
καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου
ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.
Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,
ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
εἰς μόθον ὑδατόεντα κορύσσετο φοντάδι λύσσῃ,
ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ·
ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων
νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,
βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς·
ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης
ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ,
Μαιονὶς ἀκρήδεμνος ὑπεβρυχᾶτο Μιμαλλών,
καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,
μιμηλαῖς γενύεσσιν ὑπαφριόωσα θαλάσσῃ.
Σειληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην
Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων,
καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ
ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔρνος Ἐνυοῦς,
καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν
δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς.
ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου
Σειληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ
ἔγχεϊ κισσήεντι διʼ ὕδατος ἤλασεν Ἰνώ.
ἄλλῳ δʼ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη
θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης,
Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης
Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς
πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ
δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,
οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ
Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.
ὑψινεφὴς δʼ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὀγκῷ
χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ·
καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ
ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ
ἀλλοφανὴς κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή.
Σειληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν
ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν.
καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις
Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,
καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου
θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ
πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,
οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ·