# Διονυσιακά 43.354-407

Nonnus of Panopolis, Διονυσιακά, Book 43, lines 43.354-43.407. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/43.354

λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ
Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης
ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ,
θάμβος ἰδεῖν. κινυρὴ δὲ παρʼ ᾐόνι γείτονι πόντῳ
φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου
αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν·
Εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος,
εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θεσμῶν,
Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω
δουλοσύνην Νηρῆος ἐπὶ Γλαύκοιο τελευτῇ·
μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ,
δμωίδα μή μιν ἴδοιμι παρὰ Βρομίῳ, χθόνα Λυδῶν
ὀψομένην μετὰ πόντον, Ἀχιλλέα, Πηλέα, Πύρρον,
υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ·
Λευκοθέην δʼ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης
υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος
παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.
ὣς φαμένης ἤκουσε διʼ αἰθέρος ὑψιμέδων Ζεύς,
καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν ἐννοσιγαίῳ,
καὶ μόθον ἐπρήυνε γαμοστόλον·οὐρανόθεν γὰρ
νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες Ἐνυὼ
Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί.
καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ
κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς
βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,
καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ.
ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,
στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην·
οὔασι δʼ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ
ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
καὶ γάμον ἡμιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ,
καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ
παστὸν Ἀμυμώνης θαλαμηπόλος ἤπυε Νηρεύς,
καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ
Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·
καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην
ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν
ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου.
καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
νυμφίος ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης·
καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς
Ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.
καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ
ἄξιον ἕδνον Ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,
Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ,
ὁρμὸν ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων,
ὁππόσα Νηρεΐδεσσιν ἀμιμήτῳ κάμε τέχνῃ
Λήμνιος ἐργοπόνος παρὰ κύμασι καὶ μέσον ἅλμης
ἔμπυρον ἄκμονα πάλλεν ὑποβρυχίην τε πυράγρην,
φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων
ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου
ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
