Ancient Greek · ~6 min
Book 43, lines 43.408-43.449
Nonnus of Panopolis, Διονυσιακά 43.408-449
Not analysed yet
Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ
Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος ἀράχνης·
χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων
ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων
χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε Λυδῶν
Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην
Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ
Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων
δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης
Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,
ἕδνον Ἀμυμώνῃ δωρήσατο κυανοχαίτης.
ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ
γήθεεν ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ
γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν·
Νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;
οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσης
ἄρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ·
ἁβροτέρην δʼ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,
ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ
πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.
ἀλλὰ λιπὼν Λιβάνοιο λόφον καὶ Ἀδώνιδος ὕδωρ
ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει
ἄβροχον Ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·
καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις
ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.
τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,
καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπʼ Ἀσσυρίοιο δὲ κόλπου
ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ
ἀφνειῆς τιτάνοιο μέλαν φοινίσσεται ὕδωρ·
Μαιονίης δʼ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ
Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης.
καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο
καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν
Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
Εὐρώπης πτολίεθρα μετʼ Ἀσίδος ἄστεα βαίνων.