# Διονυσιακά 43.48-97

Nonnus of Panopolis, Διονυσιακά, Book 43, lines 43.48-43.97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/43.48

καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ
ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα
προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ
ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.
καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας,
στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν Ἐνυώ.
τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς
υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου
Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις·
τῆς δʼ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἐλικάων
ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ
πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσίρετο χαίτης·
Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,
Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·
πέμπτης δʼ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν,
ὅν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ
φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων
σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,
υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.
τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις
σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ.
καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·
Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου
αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων
ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,
καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ
τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων
Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ·
καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,
καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,
νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,
αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,
Σειληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης·
καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους
γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν,
ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεύς·
καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων
διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης
ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων
βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,
καί μιν ὑποδρήσσοντα μετʼ Ἰσθμιάδος βυθὸν ἅλμης
πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,
εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων·
οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτʼ ἐάσσω.
ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης
νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις
κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις
Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης,
μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης·
Λευκοθέης δʼ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
