# Διονυσιακά 43.98-146

Nonnus of Panopolis, Διονυσιακά, Book 43, lines 43.98-43.146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/43.98

χερσαίη δὲ φανεῖσα συνέμπορος Εὐάδι Βάκχῃ
Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην·
καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης
βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ·
Εἰδοθέη δʼ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω·
καἰ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ
τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ,
ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ
ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ;
ἀλλὰ γένος Νηρῆος ἐάσατε· ποντοπόρους γὰρ
δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω.
καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου
Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων
θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ,
στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς
ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς
δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης.
Γλαῦκος ἁλιβρέκτοιο διάκτορος ἐννοσιγαίου
Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων
αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης.
οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς
νύμφης ἡμετέρης περὶ πατρίδος· οὕ μιν ἀράξας
ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων ἐνοσίχθων,
εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,
ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ,
εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,
νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ
ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ
Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καἰ αὐτὴ
ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.
καὶ πόλιος τελέσας ἕτερον τύπον οὕ μιν ἐάσω
ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας
γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,
χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ·
τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.
ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ
θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων
νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δʼ αὐτὴ
ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει
Ἰνδὸς Ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων
δάκρυα κυματόεντα γέρων ἔφριξεν Ὑδάσπης.
καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην
ἓν γέρας ἱμείροντι χαρίζομαι ἐννοσιγαίῳ·
ἤν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον Ἐρώτων,
μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.
τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ
κερτομέων Διόνυσον ἀμείβετο κυανοχαίτης·
Αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης
ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
