# Διονυσιακά 44.212-257

Nonnus of Panopolis, Διονυσιακά, Book 44, lines 44.212-44.257. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/44.212

ἀλλὰ σὺ φῶτα δάμασσον ἀθέσμιον, ὄφρα γεραίρῃς
ἀρχεγόνου Ζαγρῆος ἐπωνυμίην Διονύσου.
Ζεῦ ἄνα, καὶ σὺ δόκευε μεμηνότος ἀνδρὸς ἀπειλήν·
κλῦθι, πάτερ καὶ μῆτερ· ἐλεγχομένου δὲ Λυαίου
σὴ στεροπὴ γαμίη Σεμέλης τιμήορος ἔστω.
ὣς φαμένου ταυρῶπις ἀνίαχεν ὑψόθι Μήνη·
Νυκτιφαὲς Διόνυσε, φυτηκόμε, σύνδρομε Μήνης,
σῆς σταφυλῆς ἀλέγιζε· μέλει δέ μοι ὄργια Βάκχου,
ὑμετέρων ὅτι γαῖα φυτῶν ὠδῖνα πεπαίνει
μαρμαρυγὴν δροσόεσσαν ἀκοιμήτοιο Σελήνης
δεχνυμένη· σὺ δέ, Βάκχε χοροίτυπε, θύρσα τιταίνων
σῆς γενετῆς ἀλέγιζε, καὶ οὐ τρομέεις γένος ἀνδρῶν
ἀδρανέων, οἶς κοῦφος ἀεὶ νόος, ὧν καὶ ἀνάγκῃ
Εὐμενίδων μάστιγες ἀναστέλλουσιν ἀπειλάς.
σὺν σοὶ δυσμενέεσσι κορύσσομαι· ἶσα δὲ Βάκχῳ
κοιρανέω μανίης ἑτερόφρονος· εἰμὶ δὲ Μήνη
Βακχιάς, οὐκ ὅτι μοῦνον ἐν αἰθέρι μῆνας ἑλίσσω,
ἀλλʼ ὅτι καὶ μανίης μεδέω καὶ λύσσαν ἐγείρω.
οὐ χθονίην σέθεν ὕβριν ἐγὼ νήποινον ἐάσω·
ἤδη γὰρ Λυκόοργος ἀπειλήσας Διονύσῳ,
ὁ πρὶν ἐὼν ταχύγουνος, ὁ Μαινάδας ὀξὺ διώξας,
τυφλὸς ἀλητεύει καὶ δεύεται ἡγεμονῆος.
ἤδη δʼ ἀμφὶ τένοντας Ἐρυθραίων δονακήων
κέκλιται ἔνθα καὶ ἔνθα, τεῆς αὐτάγγελος ἀλκῆς,
Ἰνδῶν νεκρὸς ὅμιλος, ἀναινομένῳ δὲ ῥεέθρῳ
ἄφρονα Δηριαδῆα πατὴρ ἔκρυψεν Ὑδάσπης
ἔγχεϊ κισσήεντι τετυμμένον· αὐτὰρ ὁ φεύγων
πατρῴῳ βαρύθοντι κατηφέι πῖπτε ῥεέθρῳ·
Τυρσηνοὶ δεδάασι τεὸν σθένος, ὁππότε νηῶν
ὄρθιος ἱστὸς ἄμειπτο καὶ ἀμπελόεις πέλεν ὄρπηξ
αὐτοτελής, τὸ δὲ λαῖφος ὑπὸ σκιεροῖσι πετήλοις
ἡμερίδων εὔβοτρυς ἀνηέξητο καλύπτρη,
καὶ πρότονοι σύριζον ἐχιδνήεντι κορύμβῳ
ἰοβόλοι, βροτέην δὲ φυὴν καὶ ἐχέφρονα βολὴν
δυσμενέες ῥίψαντες ἀμειβομένοιο προσώπου
ἀφραδέες δελφῖνες ἐνιπλώουσι θαλάσσῃ·
εἰσέτι κωμάζουσι καὶ ἐν ῥοθίοις Διονύσῳ,
οἷα κυβιστητῆρες ἐπισκαίρουσι γαλήνῃ.
καὶ νέκυς ὑμετέρῳ βεβολημένος ὀξέι θύρσῳ
χεύμασιν Ἀσσυρίοισι καλύπτεται Ἰνδὸς Ὀρόντης,
εἰσέτι δειμαίνων καὶ ἐν ὕδασιν οὔνομα Βάκχου.
τοῖον ἔπος Βρομίῳ χρυσήνιος ἴαχε δαίμων.
ὄφρα μὲν εἰσέτι Βάκχος ὁμίλεε κυκλάδι Μήνῃ,
τόφρα δὲ καὶ Ζαγρῆι χαριζομένη Διονύσῳ
Περσεφόνη θώρηξεν Ἐρινύας, ἀχνυμένη δὲ
ὀψιγόνῳ χραίσμησε κασιγνήτῳ Διονύσῳ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
