# Διονυσιακά 44.258-305

Nonnus of Panopolis, Διονυσιακά, Book 44, lines 44.258-44.305. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/44.258

αἱ δὲ Διὸς χθονίοιο δυσάντεϊ νεύματι κόρσης
εὐμενίδες Πενθῆος ἐπεστρατόωντο μελάθρῳ,
ὦν ἡ μὲν ζοφεροῖο διαθρῴσκουσα βερέθρου
Ταρταρίην ἐλέλιζεν ἐχιδνήεσσαν Ἱμάσθλην,
Κωκυτοῦ δὲ ῥέεθρον ἀρύετο καὶ Στυγὸς ὕδωρ,
καὶ χθονίῃ ῥαθάμιγγι δόμους ἔρραινεν Ἀγαύης
οἶα προθεσπίζοντα γόον καὶ δάκρυα Θήβης·
Ἀκταίην δὲ μάχαιραν ἀπʼ Ἀτθίδος ἤγαγε δαίμων,
ἀρχαίην Ἰτύλοιο μιαιφόνον, ᾗ ποτε μήτηρ
Πρόκνη θυμολέαινα σὺν ἀνδροφόνῳ Φιλομήλῃ
τηλυγέτην ὠδῖνα διατμήξασα σιδήρῳ
παιδοβόρῳ Τηρῆι φίλην δαιτρεύσατο φορβήν·
κείνην χειρὶ φέρουσα φόνων ὀχετηγὸν Ἐρινὺς
ἀρχεκάκοις ὀνύχεσσι διαγλύψασα κονίην
Ἀττικὸν ἔκρυφεν ἆορ ὀρεσσιφύτῳ παρὰ ῥίζῃ
μηκεδανῆς ἐλάτης, ᾗ Μαινάδες, ὁππόθι Πενθεὺς
μέλλε θανεῖν ἀκάρηνος· ἐπαμήσασα δὲ κόχλῳ
Γοργόνος ἀρτιφόνοιο νεόρρυτον αἷμα Μεδούσης
πορφυρέαις ἔχρισε Λιβυστίσι δένδρον ἐέρσαις.
καὶ τὰ μὲν ἐν σκοπέλοις τεχνήσατο μαινὰς Ἐρινύς.
ὀρφναίοις δὲ πόδεσσι δόμων ἐπεβήσατο Κάδμου
νυκτιφαὴς Διόνυσος ἔχων ταυρώπιδα μορφήν,
αἰθύσσων Κρονίην μανιώδεα Πανὸς ἱμάσθλην·
βακχεύσας δʼ ἀχάλινον Ἀρισταίοιο γυναῖκα
Αὐτονόην ἐκάλεσσε, καὶ ἴαχε θυιάδι φωνῇ·
Ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον· ἀρτιγάμου γὰρ
υἱέος εἰς ὑμέναιον ἐριδμαίνεις καὶ Ὀλύμπῳ·
αἰθέρος ἥρπασας εὖχος, ἐπεὶ λάχεν ἁβρὸν ἀκοίτην
Ἄρτεμις Ἀκταίωνα καὶ Ἐνδυμίωνα Σελήνη.
οὐ θάνεν Ἀκταίων, οὐκ ἔλλαχε θηρὸς ὀπωπήν,
οὐ στικτῆς ἐλάφοιο τανυγλώχινα κεραίην,
οὐ νόθον εἶδος ἔδεκτο, καὶ οὐκ ἐψεύσατο μορφήν,
οὐ κύνας ἀγρευτῆρας ἑοὺς ἐνόησε φονῆας·
ἀλλὰ κακογλώσσων στομάτων κενεόφρονι μύθῳ
υἱέος ὑμετέροιο μόρον ψεύσαντο βοτῆρες,
νυμφίον ἐχθαίροντες ἀνυμφεύτοιο θεαίνης.
οἶδα, πόθεν δόλος οὗτος· ἐπʼ ἀλλοτρίοις ὑμεναίοις
εἰς γάμον, εἰς Παφίην ζηλήμονές εἰσι γυναῖκες.
ἀλλὰ θυελλήεντι διαθρῴσκουσα πεδίλῳ
σπεῦδε μολεῖν ἀκίχητος ἐς οὔρεα· κεῖθι μολοῦσα
ὄψεαι Ἀκταίωνα συναγρώσσοντα Λυαίῳ,
Ἄρτεμιν ἐγγὺς ἔχοντα, καὶ αἰόλα δίκτυα θήρης
ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην.
ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον, ὅττι θεαίνης
εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες ἰοχεαίρης·
Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης
σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ.
οὐ θρασὺς Ὠρίων πέλε νυμφίος ἰοχεαίρης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
