Ancient Greek · ~2 min
Book 44, lines 44.306-44.318
Nonnus of Panopolis, Διονυσιακά 44.306-318
Not analysed yet
χάρματι δʼ ἡβήσας σέθεν υἱέος εἵνεκα νύμφης
κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ,
σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην.
ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ·
ἅρμενος οὗτος Ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ
υἷα κασιγνήτοιο καὶ οὐ ξένον εἶχεν ἀκοίτην.
ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ,
υἱέα κουφίζουσα σαόφρονος ἰοχεαίρης
πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ.
τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ
ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι,
εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ,
μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;