# Διονυσιακά 44.54-114

Nonnus of Panopolis, Διονυσιακά, Book 44, lines 44.54-44.114. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/44.54

ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην
ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ
ῥῖψαι πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων,
θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα·
καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη
ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου·
καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς,
θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν
δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι,
τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου
κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,
καί μιν ἐδηλήσαντο δεδουπότα λυσσάδες ἄρκτοι·
ἀγροτέρη δὲ λέαινα καταΐσσουσα προσώπου
πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ
ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ
θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,
αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ
οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ
παλλομένη, βροτέην δʼ ἀλιτήμονα ῥήξατο φωνήν·
Εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ
Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.
τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης
δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς·
τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ,
οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης
πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.
τοῖον ὄναρ βλοσυρωπὸν ὑπόχλοος εἶδεν Ἀγαύη.
ἔνθεν ἐριπτοίητος ἀπωσαμένη πτερὸν Ὕπνου,
ὀρθρινὴ καλέσασα θεηγόρον υἷα Χαρικλοῦς,
μάντιας ἐσσομένων φονίους ἐδίδαξεν ὀνείρους·
Τειρεσίας δʼ ἐκέλευσε θεοπρόπος ἄρσενα ῥέξαι
ταῦρον, ἀοσσητῆρα δαφοινήεντος ὀνείρου,
Ζηνὸς ἀλεξικάκοιο θεοκλήτῳ παρὰ βωμῷ,
μηκεδανῆς ἐλάτης παρὰ δένδρεον, ἧχι Κιθαιρὼν
πέπταται ὑψικάρηνος· Ἁμαδρυάδεσσι δὲ Νύμφαις
θῆλυν ὄιν σήμαινε θυηπολέειν παρὰ λόχμῃ.
ἔγνω δʼ ἔμφρονα θῆρα καὶ ἀγρώσσουσαν Ἀγαύην
γαστρὸς ἑῆς ὠδῖνα καὶ ὠλεσίτεκνον ἀγῶνα
καὶ κεφαλὴν Πενθῆος· ἐν ἀφθόγγῳ δὲ σιωπῇ
κρύψεν ὀνειρείης ἀπατήλιον εἰκόνα νίκης,
Πενθέα μὴ βαρύμηνιν ἑὸν βασιλῆα χαλέψῃ.
πειθομένη δὲ γέροντι σοφῷ φιλότεκνος Ἀγαύη
εἰς ὄρος ὑψικάρηνον ὁμόστολος ἤιε Κάδμῳ
Πενθέος ἑσπομένοιο· καὶ εὐκεράῳ παρὰ βωμῷ
θῆλυν ὄιν κερόεντι συνέμπορον ἄρσενι ταύρῳ,
ἧχι Διὸς πέλεν ἄλσος ὀρειάδος ἔμπλεον ὕλης,
Ζηνὶ καὶ Ἁδρυάδεσσι μίαν ξύνωσε θυηλὴν
Κάδμος Ἀγηνορίδης, θεοτερπέα βωμὸν ἀνάψας,
ῥέζων ἀμφοτέροισιν· ἀναπτομένοιο δὲ πυρσοῦ
κνίση μὲν περίφοιτος ἕλιξ συνενήχετο καπνῷ
εὐόδμῳ στροφάλιγγι, δαϊζομένου δʼ ἄρα ταύρου
ὄρθιος αἱμαλέης αὐτόσσυτος αὐλὸς ἐέρσης
χεῖρας ἐρευθιόωντι φόνῳ πόρφυρεν Ἀγαύης
αὐχένιον δὲ τένοντα πέριξ στεφανηδὸν ἑλίξας
οἰδαλέην ἐπίκυρτον ἑὴν δοχμώσατο δειρὴν
μείλιχος εἱλικόεντι δράκων μιτρούμενος ὁλκῷ,
στέμματι δʼ ὁλκαίῳ κεφαλὴν κυκλώσατο Κάδμου
πρηῢς ὄφις, καὶ γλῶσσα πέριξ λίχμαζεν ὑπήνην
μειλιχίων φίλον ἰὸν ἀποπτύουσα γενείων
οἰγομένων· καὶ θῆλυς ὄφις μιτρώσατο κόρσην
Ἁρμονίης ξανθοῖσι περιπλεχθεῖσα κορύμβοις.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
