# Διονυσιακά 45.197-245

Nonnus of Panopolis, Διονυσιακά, Book 45, lines 45.197-45.245. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/45.197

καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ
γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,
ἢ πίτυν ἤ πλατάνιστον ἀκοντίζων Διονύσῳ.
ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἄορ ἑλίσσων
πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης.
ἀλλʼ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας,
καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης,
θυρσομανὴς τότε Βάκχος ἐὸν βέλος ἠθάδι ῥοίζῳ
εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου
εἰς πλατὺν ἀνθερεῶνα, κατʼ ἀσφαράγοιο δὲ μέσσου
ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή·
ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ
ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,
πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης·
ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης
θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμευνῆς,
ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ.
ἀλλά, τέκος, πεφύλαξο, μή εἴκελα καὶ σὺ νοήσῃς,
Τυρσηνῶν ἄτε παῖδες, ἄτε θρασὺς υἱὸς Ἀρούρης.
εἶπε καὶ οὐ παρέπεισεν· ἀταρβήτῳ δὲ πεδίλῳ
εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ,
ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς
ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς·
Δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης
ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην,
ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις
μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας,
ἀλλὰ γόνυ κλίνειεν· ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν
μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην
φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης,
λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.
ὥς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ
ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης
ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου.
καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης
θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταὶ·
καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας,
δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ·
ἀλλʼ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ
ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ
δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ,
μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου
ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ
ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης,
ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ
ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ
Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ
λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων
φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
