Ancient Greek
Book 45, lines 45.246-45.297
Nonnus of Panopolis, Διονυσιακά 45.246-297
Not analysed yet
Οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην·
οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην·
ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην
δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων,
καὶ κεφαλήν πεφύλαξο βοοκραίρου Διονύσου,
μή σε λαβὼν πλήξειε τανυγλώχινι κεραίῃ.
ὣς φαμένου Βρομίοιο κατάσχετος ἔμφρονι λύσσῃ
μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς·
Δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων·
οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει
Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην.
καλὸν ἐμοὶ Διόνυσον, ὄν ἤροσε λάθριος εὐνή,
ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς,
βουκεράῳ νόθον εἶδος ἐπαυγάζοντα μετώπῳ,
ὅν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ,
βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτη.
εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων
σφίγξεν ἀλυκτοπέδῃσι λαβὼν δέ μιν ἀντὶ Λυαίου
ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης,
ὡς Σεμέλης θρασὺν υἷα καί τινα ταῦρον ἐέργων
Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν
δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,
εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης,
Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,
ἀμφιπόλους Βρομίου θιασώδεας, ὥν ὑπὸ δεσμῷ
θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες,
χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή.
ἀλλὰ ταχυστροφάλιγγος ὅτε δρόμος ἦλθε χορείης,
μαινάδες ὠρχήσαντο· θυελλήεσσα δὲ Βάκχη
ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ
ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκόν ἱμάντων,
καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον Εὔιον ἠχὼ
εὐρύθμοις πατάγοισιν· ὑπὸ στροφάλιγγι δὲ ταρσῶν
χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.
καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη
Βασσαρίδων ζοφεροῖο καταστάζουσα μελάθρου·
καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου
αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν
Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων
εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι
νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,
ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ
ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ
ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην
τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ
εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,
ἄλλη δʼ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου
αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.
ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος
ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων
ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,
ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ·