# Διονυσιακά 45.298-346

Nonnus of Panopolis, Διονυσιακά, Book 45, lines 45.298-45.346. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/45.298

καί γλάγος ᾔτεε κοῦρος, ἑὴν ἄτε μητέρα, Βάκχην,
στήθεα δʼ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης
αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί.
παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας
χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,
παρθενικὴ δʼ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ·
πολλαὶ δʼ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης
τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης.
ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ
ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ
οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης
πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.
ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφί δὲ δένδρῳ
σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης
πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,
ἀμφελελιζομένων μιμούμενος ἄμμα δρακόντων.
καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων
τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,
ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος·
καὶ συὸς ἄκρα γένεια γέρων Σειληνὸς ἐρύσσας
κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων·
ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ
εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου·
καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.
καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δʼ ἐνί Θήβῃ
θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις·
καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες
χείλεσιν ἀφροκόμοισιν· ὅλη δʼ ἐλελίζετο Θήβη,
καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί·
σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν
ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων·
καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε κυδοιμῷ
λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.
οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ
φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,
λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ·
καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ
μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφί δὲ τοίχους
ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ
δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλοις
πορφυρέοις καὶ στέρνον ἁλιχλαίνου βασιλῆος
πυρσὸς ἕλιξ πεφόρητο, καί οὐκ ἔφλεξε χιτῶνας·
κεκριμέναις δʼ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ
ἐκ ποδὸς εἰς μέσα νῶτα, διʼ ἰξύος εἰς ῥάχιν ἄκρην
Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί·
πολλάκι δʼ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ
γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων
ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
