Ancient Greek · ~2 min
Book 45, lines 45.347-45.358
Nonnus of Panopolis, Διονυσιακά 45.347-358
Not analysed yet
καί σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,
κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,
ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ
δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις·
καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,
καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ
ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.
καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ.
καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ
θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολίων ἀπὸ ταύρων
μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,
βροντᾶς δʼ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.