# Διονυσιακά 46.139-185

Nonnus of Panopolis, Διονυσιακά, Book 46, lines 46.139-46.185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/46.139

ἤδη δʼ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,
αὐτομάτοις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων·
ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων
ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης·
καὶ ποδὶ λυσσήεντι χοροίτυπον ἴχνος ἑλίσσων
δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.
ἀλλʼ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι,
καἰ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ
Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη,
ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης
ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ
δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ
ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι·
ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων
εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς
θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα
ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων,
καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων
ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.
καὶ τότε βασσαρίδεσσι χορίτιδες ἤλυθον Ὧραι·
ἀλλήλαις δʼ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλοις,
νεβρίδα δʼ ἀμφεβάλοντο· καἰ οὐρεσίφοιτος Ἀγαύη
ἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν·
Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου
καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ,
ὄφρα μέλος πλέξαιμι φιλεύιον, ὄφρα δαείω,
τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ,
τίς τίνα νικήσειε θυηπολέουσα Λυαίῳ.
δηθύνεις, ἀχόρευτε, καἰ ἡμέας ἔφθασεν Ἰνώ·
οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ
ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ,
ἦλθε προασπίζουσα διωκομένου Διονύσου,
μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ.
Μύστιδες, εἰς σκοπέλους, Ἰσμηνίδες ἔλθετε Βάκχαι,
καὶ τελετάς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ
Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρά τις εἴπῃ·
Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύν.
ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου,
ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ·
καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις·
υἱέα δʼ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ.
ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες
ἑζόμενον πετάλοισι· καὶ εὐπαλάμῳ τινὶ δεσμῷ
δένδρον ἐπηχύναντο, καἰ ἤθελον εἰς χθόνα ῥίπτειν
ἔρνος ὁμοῦ Πενθῆι· περισφίγξασα δὲ θάμνῳ
ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ
πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
