# Διονυσιακά 47.286-329

Nonnus of Panopolis, Διονυσιακά, Book 47, lines 47.286-47.329. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/47.286

ἀλλʼ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν,
Ναξιὰς ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης,
θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ·
τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλʼ ἐνὶ λόχμῃ
Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι.
στῆθι, Μάρων· μῆ δεῦρο χορεύσατε· λῆγε λιγαίνων,
Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης·
καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει
χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;
τοῖα μέν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δέ δειλὴ
ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη,
καὶ στόλον οὐκ ἐνόησε καἰ οὐ πόσιν ἠπεροπῆα·
ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη
ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον Ἐρώτων·
ἠίθεον δʼ ὀνόμηνεν· ἐμαίνετο δʼ ἐγγύθι πόντου
ὁλκάδα διζομένη· φθονερῷ δʼ ἐπεμήνιεν ὕπνῳ,
καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ·
καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην,
ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου
κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ·
Αἰόλον ᾔτεε μᾶλλον ἀθελγέα· λισσομένῃ δὲ
πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην
πέμψεν, ἵνα πνεύσειε· ποθοβλήτοιο δὲ κούρης
οὐ Βορέης ἀλέγιζε δυσίμερος· ἀλλὰ καὶ αὐταὶ
παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι,
αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικήν δὲ
αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δʼ ἐνὶ Νάξῳ
εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην·
ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη
ἀχνυμένην κόσμησε· κινυρομένῃ δʼ Ἀριάδνῃ
εἴκαθεν εἰς κρίσιν ἦκα φιλομμειδὴς Ἀφροδίτη
ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς
καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης.
ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν·
Ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς·
αἴθε με τερπομένην ἔτι κάλλιπεν· ὑπναλέη δὲ
Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς
ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης
καὶ χορός, ἡμετέρη δʼ ἐπεκόσμεε τερπομένη χεὶρ
εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων·
καὶ γάμιον στέφος εἶχον· ἔην δέ μοι ἐγγύθι Θησεὺς
εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ.
ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν· ἀλλά με φεύγων
ᾤχετο καλλείψας ἔτι παρθένον· ἵλαθι, Πειθώ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
