# Διονυσιακά 47.330-372

Nonnus of Panopolis, Διονυσιακά, Book 47, lines 47.330-47.372. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/47.330

ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὀρφνή,
καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς·
ἐγρομένη δʼ οὐχ εὗρον ἐμὸν πόθον· ἦ ῥα καὶ αὐταὶ
εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων,
ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων
ἱμερτὴν ἐνόησα, καἰ ἱμερόεις φύγε Θησεύς;
εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος· εἴπατε, πέτραι,
εἴπατέ μοι δυσέρωτι· τίς ἥρπασεν ἀστὸν Ἀθήνης;
εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω·
ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καἰ αὐτὴ
αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς.
εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ
ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην·
εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς ἠριγένειαν ἱκάνω
μεμφομένη ῥοθίων ἀνέμων δυσέρωτι τεκούσῃ.
δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ
πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω
Κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν·
μοῦνον ἐμοῖς δήθυνον ἐπʼ ὄμμασιν, ὄφρα νοήσω
ἄπνοον οἶστρον Ἔρωτος ὀνειρείων ὑμεναίων.
εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ,
σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι,
εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἰόλον αὐτίκα βαίνω
μεμφομένη φθονεροῖσι καὶ οὐχ ὁσίοισιν ἀήταις·
εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ,
καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης,
ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀριάδνην·
μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην,
μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις
ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης·
ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος·
εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ
ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται,
χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ.
ἤλιτε ναυτίλος οὗτος ἀθέσμιος· ἀλλὰ καὶ αὐτὴ
ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης.
αἴθέ μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ
ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς·
οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων·
οὐ τάδε μοι κατέλεξε παρʼ ἡμετέρῳ λαβυρίνθῳ.
αἴθέ μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή,
ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι Ἐρώτων·
Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
