Ancient Greek
Book 47, lines 47.373-47.413
Nonnus of Panopolis, Διονυσιακά 47.373-413
Not analysed yet
οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων
σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει
εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δʼ ἔτι Νάξον ὁδεύω.
παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ·
ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι Ἐρώτων·
οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω·
Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δʼ οὐκ εἶδον Ἀθήνας·
πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· ἆ μέγα δειλή,
ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός· εἰς τίνα φεύγω;
τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει
Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;
τίς με λαβὼν κομίσειε διʼ οἴδματος; αἴθε καὶ αὐτὴ
ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου·
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω
Αἰγαίης ἁλός οἶδμα καὶ εἰς Μαραθῶνα περήσω,
ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην,
ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην.
δέξό με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς·
καὶ στορέσω σέο λέκτρα μετὰ Κρήτην Ἀριάδνη,
οἷά τε ληισθεῖσα· καὶ ὀλβίστῃ σέο νύμφῃ
τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν
καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,
καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ·
μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ
ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι,
βοσκομένῳ δʼ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ,
καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος
πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν.
οὐ μὲν ἐγὼ ψαύσαιμι καλαύροπος, οὐ παρὰ φάτνῃ
στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης
φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούσω·
καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω
ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης.
στῆσον Ναξιάδεσσι παρʼ ᾐόσι ποντοπορεύων,
στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις;
ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις
εἰς ἐρατήν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,
δέξό με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω·
εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις,
εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην,
μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων.