# Διονυσιακά 47.414-459

Nonnus of Panopolis, Διονυσιακά, Book 47, lines 47.414-47.459. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/47.414

οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος
θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον· ἀντὶ γάρ Ἥρης,
ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης
ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης·
Παλλάδος ὅρκον ὄμοσσε· τί Παλλάδι καὶ Κυθερείῃ;
τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων·
Κεκροπίην δʼ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω
καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον· ἄγχι δὲ κούρης
ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο· παρθενικὴν δὲ
φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ
θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην
πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ.
καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην
τοῖον ἔπος φάτο Βάκχος ἐῇ φρενοθελγέι φωνῇ·
Παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης;
μνῆστιν ἔα Θησῆος· ἔχεις Διόνυσον ἀκοίτην,
ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον· εἰ δέ σε τέρπει
ἥλικος ἠιθέου βρότεον δέμας, οὔ ποτε Θησεὺς
εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ.
ἀλλʼ ἐρέεις· ναετῆρα πεδοσκαφέος λαβυρίνθου
δισσοφυῆ φοίνιξεν ὁμόζυγον ἀνέρα ταύρῳ·
οἶδας ἀοσσητῆρα τεὸν μίτον· οὐ γὰρ ἀγῶνα
εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης,
εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος· οὔ σε διδάξω
καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης.
αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι·
οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως,
σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ.
οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου,
ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις·
ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν
δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου.
τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ
οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων.
οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν
παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ
δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς·
ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς
εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.
εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη
μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,
οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων
δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ·
καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ
ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις
Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
