Ancient Greek · ~7 min
Book 47, lines 47.507-47.554
Nonnus of Panopolis, Διονυσιακά 47.507-554
Not analysed yet
εἰ δὲ πολυκλύστοιο παρʼ Ἑσπέριον κλίμα πόντου
ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ,
κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς.
εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ
ὑπναλέην ἐσάωσεν ἐπʼ ἠιόνων Ἀριάδνην,
δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς,
ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης·
οὔ πως Ἀνδρομέδην Παφίης χάριν, οὔ ποτε Περσεὺς
Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην·
ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ,
οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί·
ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος Ἐρώτων
χρύσεος εἰς γάμον ἦλθε, καὶ οὐ φλογόεις παρακοίτης.
οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον· ἐν παλάμῃ γὰρ
ποῖον ἔχει δόρυ θοῦρον Ἀρήιον; ἴσχεο, Περσεῦ·
Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ·
μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις·
μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς
στέμματος ἀμπελόεντος ἐναντίον· ἢν δʼ ἐθελήσῃς,
Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ·
χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσας
Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας·
κτεῖνε νέον Πενθῆα· τί Περσέι καὶ Διονύσῳ;
Ἴναχον ὠκυρέεθρον ἀναίνεο· καί σε δεχέσθω
Θήβης Ἀονίης ποταμὸς βραδύς· οὔ σε διδάξω
Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.
τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ.
Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη·
μαντιπόλῳ δʼ ἤικτο Μελάμποδι· χωομένη δὲ
Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν·
Οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ,
σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ
ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες
μὴ τρομέοις ἔνα μοῦνον ὄφιν ζωστῆρα κομάων,
ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη
λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης·
Βασσαρίδων δὲ φάλαγγι κορύσσεο· χαλκορόφου δὲ
μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου
χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς,
μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους
οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ·
δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις,
δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ
λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο·
καὶ Σατύροις πολέμιζε· κορυσσομένῳ δὲ Λυαίῳ
φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης,
καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου
λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην.