# Διονυσιακά 47.95-145

Nonnus of Panopolis, Διονυσιακά, Book 47, lines 47.95-47.145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/47.95

μή σοι δῶρον ἔδωκεν ἀπʼ αἰθέρος ἄμβροτος Ἥβη;
μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη;
οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει
Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης;
ξεινοδόκου Κελεοῖο μακάρτερε, μὴ σὺ καὶ αὐτὸς
ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου;
πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,
καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης
Ἀτθίδι δῶρον ἔδωκεν, ἄτε στάχυν ὤπασε Δηώ.
ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ
ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν.
ἀγρονόμοι δʼ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις
πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ·
ὄμματα δʼ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις
ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ
στήθεα θερμαίνοντο, ποτῷ δʼ ἐβαρύνετο κόρση,
καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου·
τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης
καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι·
καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ.
καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ
τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,
οἶά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,
ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ
θωρήξας ἕο χεῖρας, ὁ δὲ σταχυητόμον ἅρπην
κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων,
ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων,
γηραλέον πλήσσοντες· ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην
Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ.
καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς
τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ
τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου
ἡμιθανὴς κεκύλιστο· βαρυνομένου δὲ καρήνου
ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος
αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση.
καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων·
Οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης,
ὁ γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος· εὐφροσύνην γὰρ
ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον·
ὁ γλυκὺς Ἠριγόνῃ πολεμήιος· ἡμετέρην γὰρ
νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.
οὔ πω μῦθος ἔληγε· μόρος δέ οἱ ἔφθασε φωνήν.
καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης,
ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμευνῇ
νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες
οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες· ἐγρόμενοι δέ,
ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον· ὑψόθι δʼ ὤμων
νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης
ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ
ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
