# Διονυσιακά 48.103-151

Nonnus of Panopolis, Διονυσιακά, Book 48, lines 48.103-48.151. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/48.103

καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης,
ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη
νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.
καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δʼ ἐνὶ μέσσῳ
γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ,
ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ
ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ
νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου.
καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη,
καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ
Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη,
θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ
ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν·
καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων
ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης,
καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν
γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς
ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς·
καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ
καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν
ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.
καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ
νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ
αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ·
ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν
Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,
δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·
καὶ διδύμας στεφανηδὸν ἐπʼ ἰξύι χεῖρας ἑλίξας
Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ·
καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ
εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων·
οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,
ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ
τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων
ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.
Παλλήνη δʼ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ
θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου·
οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα
ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.
καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν
παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,
δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·
χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην,
Παλλήνην δʼ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ·
καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,
κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων
καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.
ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης
ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
