# Διονυσιακά 48.483-526

Nonnus of Panopolis, Διονυσιακά, Book 48, lines 48.483-48.526. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/48.483

καὶ μέθεπε πραπίδεσσι πεπηγμένον ἰὸν Ἐρώτων,
παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης·
Κυπριδίοις δʼ ἀνέμοισιν ἀειρομένοιο χιτῶνος
μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης.
ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης
Βάκχος ἀμηχαναέων ἔπος ἴαχε λυσσάδι φωνῇ·
Πανὸς ἐγὼ δυσέρωτος ἔχω τύπον, ὅττί με φεύγει
παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ
πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.
ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι ματεύων
φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελγέι φωνῷ·
σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ
φθεγγομένη λάλον ἦχον ὁμοίιον· αἴθε καὶ αὐτὴ
ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη.
οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος· οὐδὲ γὰρ αὐτὴ
παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει.
ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω
νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη
κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων
τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου
εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ;
τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην;
τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην;
ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης;
ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ
τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψῃ;
τίς γλυκὺ κέωτρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης;
μᾶλλον Ἀθηναίη τάχα πείσεται· οὐδέ με φεύγει
Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη.
αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ·
Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην.
ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύων
εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ
ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ
κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔπην
καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος· ἑζομένῳ δὲ
ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου
παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη,
Κύπριδι πιστὰ φέρουσα καὶ ἱμερόεντι Λυαίῳ·
Οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην,
εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ,
δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας,
ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις
παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
