# Διονυσιακά 48.49-102

Nonnus of Panopolis, Διονυσιακά, Book 48, lines 48.49-48.102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/48.49

τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων
αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ.
κτείνετο δʼ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων
αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ
πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι.
γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων
βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.
καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων
ἀντιβίων ὀλετῆρα· διʼ ὑψιπόρου δὲ κελεύθου
Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,
γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων·
καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι
ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,
καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.
καὶ κλόνος ἄσπετος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνων
Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,
καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων
ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ·
καὶ δαΐδες σελάγιζον· ἐπʼ Ἐγκελάδου δὲ καρήνῳ
ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης·
ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ
Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.
Ἀλκυονεὺς δʼ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ
Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ
ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου
εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου·
καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου
νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι·
Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς
ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς
ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,
πετραίοις βελέεσσι καταιχμάζων Διονύσου.
καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας
Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις,
ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων·
καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων
μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων
κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων.
καὶ νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ,
ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,
δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.
καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ,
ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων
τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα
Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης
οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων
συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων
μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ
κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι,
εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ
Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι
ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης,
ποικίλα δʼ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ
φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
