Ancient Greek · ~7 min
Book 48, lines 48.527-48.572
Nonnus of Panopolis, Διονυσιακά 48.527-572
Not analysed yet
ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ
δυσαμένη δρυόεντα πάλιν δόμον· αὐτὰρ ὁ κάμνων
Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις.
ψυχὴ δʼ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης,
νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ,
ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ·
Ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων,
αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀριάδνης·
ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης,
ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη.
οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην,
εἰ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου
νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ.
ὤμοι, ὅτʼ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην,
καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ
Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων.
ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων,
νυμφίον ὁρκαπάτην, μετὰ Θησέα καὶ σὲ καλέσσω·
εἰ δέ σε δῶρον Ἔρωτος ἀπαιτίζει σέο νύμφη,
δέξό μοι ἠλακάτην, φιλοτήσιον ἕδνον Ἐρώτων,
ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ
δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρά τις εἴπῃ·
δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.
καὶ σὺ κατὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων
ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος,
οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης Ἀφροδίτης·
Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων,
Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους·
σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων
τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες· ἀλλὰ, Μυκῆναι,
πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης,
καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης,
ἠιόνες Νάξοιο, βοήσατε· νυμφίε Θησεῦ,
Μινώη καλέει σε χολωομένη Διονύσῳ.
ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ
μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.
ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ.
καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,
μυρομένην δʼ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην.
καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν Ἐρώτων·
νύμφης δʼ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων,
πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην
ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.
ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς,
τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη
πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ.