# Διονυσιακά 48.573-618

Nonnus of Panopolis, Διονυσιακά, Book 48, lines 48.573-48.618. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/48.573

οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη
διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης
θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη
αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ
χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ
δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι
πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις
ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ·
εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων
ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ
νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης,
ὃς πάρος ἠπεροπῆος ἐύχροος εἴδεϊ κωφῷ
εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ
κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς·
καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου·
ἱπτάμεναι δʼ ἀγεληδὸν ἐπʼ ἀνθεμόεντι κορύμβῳ
εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.
κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη,
εἴ ποθι διψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν
ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο·
ἀμφὶ δὲ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην.
ἀλλʼ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,
δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθὼ
τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ·
Παρθενική, κόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς
εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.
κούρη δʼ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ
χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου.
παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν·
Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ;
τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε γαστήρ;
ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω·
ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ,
καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.
εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην·
ἤιε δʼ ἔνθα καὶ ἔνθα πολυπλανέεσσιν ἐρωαῖς
πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου·
καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ·
εὗδε δʼ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ
παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ.
καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην
οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ
μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ·
Ἀγρώσσεις, Διόνυσε· μένει δέ σε παρθένος Αὔρη.
ὥς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων
εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
