# Διονυσιακά 48.717-762

Nonnus of Panopolis, Διονυσιακά, Book 48, lines 48.717-48.762. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/48.717

καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην
εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ
τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.
σοὶ πλέον, ἰοχέαιρα, χολώομαι, ὅττί με, κούρη,
οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ
σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.
ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν
δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου
παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη
διπλόον ὄγκον ἄειρε· γυνὴ δʼ ἐπεμήνατο φόρτῳ
ἄσχετα βακχευθεῖσα γονῆς, δυσπάρθενος Αὔρη
ἢ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων
ἠὲ θεοῦ δολίοιο· Διὸς δʼ ἐμνήσατο νύμφης,
Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων
Τάνταλος ἐβλάστησε. καἰ ἤθελε γαστέρα τέμνειν,
ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ
ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην.
καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ
δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν.
πολλάκι δʼ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης,
ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης·
ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ,
μή μιν ἀποκτείνειε, μυχῷ δʼ ἐκρύπτετο πέτρης
σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις.
πολλάκι δʼ οἰδαλέοιο γυναικείου διὰ κόλπου
αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι,
ὄφρά κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ
καὶ στόμα τερπομένης φιλοκέρτομον ἰοχεαίρης·
καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ
υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ,
αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρά τις εἴπῃ·
Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.
καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων
Ἄρτεμις ἐγγὺς ἵκανεν ἐῷ γελόωντι προσώπῳ,
δειλαίην δʼ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ·
Ὕπνον ἴδον, Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων
ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς,
ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην
ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ·
εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ
ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ·
Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν
παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται.
εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις;
ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις;
νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
