# Διονυσιακά 48.895-947

Nonnus of Panopolis, Διονυσιακά, Book 48, lines 48.895-48.947. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/48.895

καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται.
ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος,
ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων;
ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης
ἔλθετε θαρσήεντες, ὅτʼ οὐκέτι μάρναται Αὔρη·
καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί·
θῶες, ἐμοὶ τέρπεσθε· παρʼ ἡμετέρῃ δὲ χαμεύνῃ
πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω·
ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ
αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.
αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,
μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω·
μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδʼ ἐνὶ λόχμαις
θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.
θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης·
ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην,
πόρδαλις ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,
ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ·
θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην
ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων
μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.
καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη
ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,
ἠερίαις δʼ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις
θηρείων ἕνα παῖδα διαρπάξασα γενείων·
καὶ πάις ἀρτιλόχευτος ἐνὶ στροφάλιγγι κονίης
ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ·
καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,
δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης
ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης
παρθένος ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην
παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ.
καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης
μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,
ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς,
Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δʼ ἅμα τόξῳ
εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,
καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ
ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,
καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων
εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς
μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,
καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο
ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,
καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί,
καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο
εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.
καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμῃ
ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου
ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης,
πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ
ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
