Ancient Greek
Book 48, lines 48.948-48.978
Nonnus of Panopolis, Διονυσιακά 48.948-978
Not analysed yet
Νικαίῃ δʼ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ·
ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς
παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν
κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου
νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος
Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,
εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ
Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ·
παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,
αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ.
καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις·
ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ
νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ
δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην·
καὶ θεὸν ἱλάσκοντο μεθʼ υἱέα Περσεφονείης,
καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ
ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,
καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ.
καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι·
καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται
Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ.
οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος Ἐρώτων,
ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης·
καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης
μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ,
ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων.
καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων
πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης,
καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου
οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,
σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.