# Διονυσιακά 5.258-315

Nonnus of Panopolis, Διονυσιακά, Book 5, lines 5.258-5.315. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/5.258

πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην,
καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ
πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης.
καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης
εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας
ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν.
πλαζομένων δʼ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ
ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων
εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ
αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης.
καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν.
καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,
καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας
αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν
ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,
πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος·
Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων
πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην,
Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο.
εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς
γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι,
ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.
τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,
Φοίβου Κήιον υἷα· βοοστίκτου δὲ θυηλῆς
πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ
ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ
εἰλιπόδην ὑμέναιον ἐπερρώσαντο πολῖται,
καὶ μέλος ἱμερόφωνον ἀνεκρούσαντο γυναῖκες,
καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.
ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων
Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ
Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,
Ἀρτέμιδος θεράπων ὀρεσίδρομος—οὐ νέμεσις δὲ
δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης
υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—·
οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς
λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·
πολλάκι δʼ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων
πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης
ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν
ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.
ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη
ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης·
ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,
Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,
εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι θηγοῦ
λουομένης ἐνόησεν ὅλον δέμας ἰοχεαίρης,
θηητὴρ δʼ ἀκόρητος ἀθηήτοιο θεαίνης
ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης
ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης
ὄμματι λαθριδίῳ δεδοκημένον ὄμματι λοξῷ
νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμθη,
ταρβαλέη δʼ ὀλόλυξεν, ἑῇ δʼ ἤγγειλεν ἀνάσσῃ
ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ
Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην
παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,
καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων
αἰδμένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
