Ancient Greek · ~7 min
Book 5, lines 5.366-5.411
Nonnus of Panopolis, Διονυσιακά 5.366-411
Not analysed yet
ἡμιθανὴς τάδʼ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων
θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ·
μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς
ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.
ἤδη δʼ αὐτοτέλεστος ὀρεστιὰς ἵπτατο Φήμη
Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,
οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,
ἀλλʼ ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ
νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·
καὶ πλοκάμους ἐδάιξεν, ὅλον δʼ ἔρρηξε χιτῶνα,
πενθαλέοις δʼ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς
αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ
παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν
μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου
δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.
καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες
μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ
δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.
μυρομέους δʼ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·
καὶ πολιὴν πλοκαμίδα λέρων ἀπεκείρατο Κάδμος,
Ἁρμονίη δʼ ἰάχησε· φιλοκλαύτων δὲ γυναικῶν
συμφερτὴ βαρύδουπος ὅλον δόμον ἔβπεμεν ἠχώ.
Αὐτονόη δʼ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ
ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·
εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν
δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,
πολλάκι δʼ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ
ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ
παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.
δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ
λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου
γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,
καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόσην·
λεπταλέους πόδας εὗρε καὶ οὐκ ἐφράσσατο ταρσούς,
λεπταλέους πόδας εἶδε καὶ οὐκ ἴδε κύκλα πεδίλων.
δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ
ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς
ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόηδεν ἰούλων
ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.
φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης
τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης·
λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δʼ ἀπὸ μόχθων
νόστιμος εἰς δόμον ἦλθεν· ἐπʼ ἀπρήκτῳ δὲ μενοινῇ
ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.
ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,
ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.