# Διονυσιακά 5.412-458

Nonnus of Panopolis, Διονυσιακά, Book 5, lines 5.412-5.458. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/5.412

ψυχὴ δʼ ἠιθέοιο κατηφέι πατρὶ παρέστη
στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ
ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·
Ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·
ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,
ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,
καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.
αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ
δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.
εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,
προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·
εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·
εἰ βροτέους κροτάφους, δολιχάς σκοπίαζε κεραίας·
εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·
εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.
υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·
υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.
ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·
μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή·
μή τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσῃς.
αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·
οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος ἰοχεαίρης,
οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης
θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας
καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους
ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης
δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι
μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας
Νηιάδας· δεδάασι δʼ ἐμαὶ δρύες· ἰσοτύπους δὲ
θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.
ἀλλά, πάτερ, πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ
πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,
παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ
θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.
τίς δὲ κύων ἐλάθου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ
νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ
κυκλάδας ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας,
καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ
δάκρυα μὲν προχέουσιν ἐχέφρονα, καὶ ποσὶν ἄκροις
δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ δεσμῷ
ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ
πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.
ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ
δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,
οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας
ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς,
καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
