# Διονυσιακά 5.601-621

Nonnus of Panopolis, Διονυσιακά, Book 5, lines 5.601-5.621. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/5.601

καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ
καρφαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης
κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,
καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,
σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην,
καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς
πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ,
νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ.
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ
λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης·
οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ,
ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων,
ἔνθεν ἀεξιτόκοιο κεραστίδος ἔνδοθι Κύπρου
Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη.
καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων
εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί,
οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης·
Ἥρης δʼ οἶκον ἔλειπε, λέχος δʼ ἀπέειπε Διώνης,
Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ,
μούνης δʼ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
