# Διονυσιακά 6.150-199

Nonnus of Panopolis, Διονυσιακά, Book 6, lines 6.150-6.199. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/6.150

καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπʼ ἄκρου
πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν,
ἱστῷ δʼ ἀμφὶς ἕλισσεν· ὕφαινε δὲ κερκίδι κούρη
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ
γνωτὴν ἰστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην.
παρθένε Περσεφόνεια, σὺ δʼ οὐ γάμον εὗρες ἀλύξαι,
ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις,
Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου
νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
εἰς μυχὸν ὀρφναίοιο διέστιχε παρθενεῶνος,
σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ
εὔνασεν ἰσοτύπων πεφορημένος ὄμμα δρακόντων
καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης
μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων
Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,
Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης
μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ
ἀστεροπὴν ἐλέλιζε νεηγενέος δὲ φορῆος
νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί.
οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ
κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου
δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης
Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ
ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.
ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν
ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,
πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,
πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων·
ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ
εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων
ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου·
πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων
φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,
ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
ἀμφελελιζομένης λασιότριχος ὑψόθι νώτου
αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῆς·
ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου
ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ
ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,
καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ·
ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης
ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,
γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,
καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ
ὁρμὸν ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας·
καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσας
τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ
ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων
θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
