# Διονυσιακά 6.307-350

Nonnus of Panopolis, Διονυσιακά, Book 6, lines 6.307-6.350. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/6.307

ἦ ῥά σοι ἶσον ἔχει διεπὸν δρόμον; ἦ ῥα καὶ αὐτὴ
ἑζοθένη δελφῖνι θαλασσαίης Ἀφροδίτης,
ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ;
δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου·
δείδια, μή μιν ἔκευθε μέγας ῥόος· ὣς ἄρα δειλὴ
ἄστατος ἐν πελάγεσσι μετʼ οὔρεα κύματα βαίνει·
ἥ ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ.
ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν· ἢν ἐθελήσῃς,
αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω·
οὔ με κατακλύζει κελάδων ῥόος· ἢν ἐθελήσω,
ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.
ὥς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν·
Πὰν φίλε, σὴν ἀνάειρε διʼ οἴδματος ἄπλοον Ἠχώ·
μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω·
ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς.
καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν.
οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ
τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.
εἶπε, καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους.
πυκνά δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο
πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν
ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης,
οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ
Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου
Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι
ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ
μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις·
ζώνῃ δʼ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης
κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη
μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων·
ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ
λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.
καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ
Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης,
ὧν ὁ μὲν εὐκάρποιο διʼ αὔλακος ἤθελεν ἕρπειν
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
ὅς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἄγρης
ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων
Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν·
Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης;
Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην;
ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων.
ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ
ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
