Ancient Greek
Book 6, lines 6.351-6.388
Nonnus of Panopolis, Διονυσιακά 6.351-388
Not analysed yet
δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην.
Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω
οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος ἀφρογενείης.
ἕσπεό μοι φιλέοντι, Συρηκοσίης δʼ Ἀρεθούσης
ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην.
ἀλλʼ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει
οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς
ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ·
οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα·
αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου
καὶ ποταμοὺς ἐκάθηρεν, ἀπʼ Ἀλφειοῖο δὲ μούνου
οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.
ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,
βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς
πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.
οὔ πω μῦθος ἔληγε, φόβος δʼ ἐβιήσατο φωνήν.
καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ
ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,
καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.
καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·
ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης
Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας
γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου
ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ·
καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο
γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων
εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.
καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην
ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων
θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς
οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ
ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,
δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων
ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί.
καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις
ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.