# Διονυσιακά 6.50-98

Nonnus of Panopolis, Διονυσιακά, Book 6, lines 6.50-6.98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/6.50

ἀλλʼ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης
σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης,
μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ
λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ
δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης·
καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης
θέσφατα μαστεύουσα παρήγορα· μαντοσύναι γὰρ
ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας.
οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο· μουνοτόκου δὲ
κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας
καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης
ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν
ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ
ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ·
καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας
σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου,
Ἀστερίων παρέθηκε λαβὼν ἐπὶ πώματι χηλοῦ.
ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων
ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν
λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας·
καὶ πόλον ἀμφελέλιζε· πολυστροφάλιγγι δὲ ῥιπῇ
εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ
ἄστρασι ποιητοῖσι νόθος κυκλούμενος αἰθήρ,
ἄξονι μεσσατίῳ τετορημένος· εὗρε δὲ δαίμων
σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ
ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη,
καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ
κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ
κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων
ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην·
καὶ γαμίης φιλότητος ἁμιλλητῆρας ἀκούων
Ἄρεα δίζετο μᾶλλον, ὑπὲρ δυτικοῦ δὲ μελάθρου
φῶρα γάμων ἐνόησε σὺν ἀστέρι Κυπρογενείης
ἑσπερίῳ· καὶ κλῆρον ἐπώνυμον εὗρε τοκήων
παρθενικῆς ἀστραῖον ὑπὸ στάχυν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ὀμβροτόκου Κρονίδαο Φαεσφόρος ἔτρεχεν ἀστήρ.
ἀλλʼ ὅτε πάντα νόησεν ἀριθμήσας ἴτυν ἄστρων,
σφαῖραν ἀειδίνητον ἀνέκρυφε κοιλάδι κίστῃ,
σφαῖραν ποικιλόνωτον· ἀνειρομένῃ δὲ θεαίνῃ
τριπλόον ὀμφαίης ἀνερεύγετο θέσφατον ἠχοῦς·
Δημῆτερ φιλότεκνος, ὑπὸ σκιοειδέι κώνῳ
κλεπτομένης ἀκτῖνος ἀφωτίστοιο Σελήνης
νυμφίον ἁρπακτῆρα φυλάσσεο Περσεφονείης
κρυπτὸν ἀσυλήτοιο τεῆς ληίστορα κούρης,
εἰ λίνα Μοιράων ἐπιπείθεται· ἀπροϊδῆ δὲ
ἀθρήσεις πρὸ γάμοιο νόθον λαθραῖον ἀκοίτην
θηρομιγῆ δολόμητιν, ἐπεὶ δυτικῷ παρὰ κέντρῳ
σὺν Παφίῃ στείχοντα γαμοκλόπον Ἄρεα λεύσσω,
ἀμφοτέροις δὲ Δράκοντα παραντέλλοντα δοκεύω.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
