Ancient Greek · ~7 min
Book 6, lines 6.99-6.149
Nonnus of Panopolis, Διονυσιακά 6.99-149
Not analysed yet
ὀλβίστην ἐνέπω σε· σὺ γὰρ τετράζυγι κόσμῳ
ἔσσεαι ἀγλαόκαρπος, ὅτι χθονὶ καρπὸν ὀπάσσεις
ἀτρυγέτῳ· κούρης γὰρ ὑπὲρ κλήροιο τοκήων
παρθένος Ἀστραίη σταχυώδεα χεῖρα τιταίνει.
ὣς φάμενος μαντῷον ὑπὸ στόμα κοίμισεν ὀμφήν.
ἀλλʼ ὅτε Δημήτηρ δρεπανηφόρος ἐλπίδα καρπῶν
ἐσσομένων ἤκουσε καὶ αὐτοκέλευστον ἀκοίτην
τηλυγέτης ἀδμῆτος ἀνέγγυον ἅρπαγα κούρης,
ἔστενε μειδιόωσα· διʼ ὑψιπόρου δὲ κελεύθου
οἶκον εὸν σπεύδουσα κατηφέι δύσατο ταρσῷ
καὶ ζυγὸν εὐδίνητον ἐχιδναίῃ παρὰ φάτνῃ
ἀμφιταλαντεύσασα λόφῳ διδυμάονι θηρῶν
ἄζυγας ἑρπηστῆρας ἐπεσφήκωσε λεπάδνῳ·
καὶ γένυν ἀγκυλόδοντι περισφίγγουσα χαλινῷ
ξανθοφυὴς βλοσυροῖο διʼ ἅρματος ἤγαγε Δηὼ
παῖδα καλυπτομένην νεφέλης κυανάμπυκι μίτρῃ,
καὶ κτύπον ἀντικέλευθον ἐπιβρομέοντος ἀπήνῃ
θηρονόμῳ μάστιγι κατερροίζησε Βορῆος,
ἠερίης ἱππηδὸν ἐπεσσυμένων δρόμον αὔρης
ἀσταθέων πτερὰ κοῦφα περιστέλλουσα δρακόντων
ἀμφὶ κέρας Λιβυκοῖο παλίσσυτον Ὠκεανοῖο.
Δικταίης δʼ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς
Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης
νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ.
καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη
Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην
Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης
εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ,
εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ·
καί, Κυανῆν ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην
κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ,
γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ,
λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ,
ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι
λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις.
καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου
παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ·
λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων
τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου,
τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα
στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης·
κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην,
κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ
Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς·
καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι
καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις.
ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου
εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη,
ἠλακάτῃ δʼ ἐνέλισσε· πολυστροφάδεσσι δὲ ῥιπαῖς
εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ
νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ·