Ancient Greek · ~7 min
Book 7, lines 7.325-7.368
Nonnus of Panopolis, Διονυσιακά 7.325-368
Not analysed yet
ἄλλοτε μιτρωεῖσαν ὑπὸ σπείρῃσι δρακόντων
νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,
οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,
Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων
ταρβαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης
χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων
ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,
συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης
ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.
Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ
εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων·
καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ
νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,
νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,
ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,
πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας·
ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνπι κισσῷ,
δέπμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος
λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.
γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις
ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,
καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι
ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων
βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς
τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.
καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ
ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·
Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν
αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,
μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.
οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς
πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων
ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ
ἤλυθεν εἰς Κρήτην, Σεμέλη δʼ ἐς Ὄλυμπον ἱκάνει.
τί πλέον ἤθελες ἄλλο μετʼ αἰθέρα καὶ πόλον ἄστρων;
καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν
νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.
ἀλλὰ μετʼ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,
τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος
παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,
καὶ μετὶ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης
ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω·
ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις
υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.