# Διονυσιακά 8.100-143

Nonnus of Panopolis, Διονυσιακά, Book 8, lines 8.100-8.143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/8.100

κεῖθι μένω, μὴ Κῆτος ἴδω, μὴ Περσέος ἅρπην,
μὴ τύπον Ἀνδρομέδης, μὴ Γοργόνος ὄμμα Μεδούσης
οὓς Κρονίδης μετόπισθεν ἐνιστήσειεν Ὀλύμπῳ.
εἶπε, καὶ αὐτογόνοιο νόον συνέχευεν Ἀθήνης,
καὶ πλέον ἠέξησε βαρυζήλου χόλον Ἥρης.
καὶ Φθόνος ὀξὺς ὄρουσε, καὶ ἀγκύλα γούνατα πάλλων
ἤιε λοξὰ κέλευθα διʼ ἠέρος· ἀνδρομέοις δὲ
ὄμμασι καὶ πραπίδεσσιν ὁμοίιος ἔσσυτο καπνῷ,
εἰς δόλον, εἰς κακότητα νόον τελχῖνα κορύσσων.
οὐδὲ Διὸς βαρύμηνις ἐλώφεεν εὐνέτις Ἥρη·
ἀλλὰ θυελλήεντι παραΐξασα πεδίλῳ
ποικίλον εὐφαέεσσι κεκασμένον οὐρανὸν ἄστροις
ἄσπετα φοιτητῆρι διέδραμεν ἄστεα ταρσῷ,
κερδαλέην Ἀπάτην διζημένη, εἴ που ἐφεύροι.
ἀλλʼ ὅτε Δικταίης Κορυβαντίδος ὑψόθι πέτρης
γείτονος Ἀμνισοῖο λεχώιον ἔδρακεν ὕδωρ,
ἔνθά οἱ ἀλλοπρόσαλλος ὀρεστιὰς ἤντετο δαίμων·
καὶ γὰρ ἀεὶ παρέμιμνε Διὸς ψευδήμονι τύμβῳ
τερπομένη Κρήτεσσιν, ἐπεὶ πέλον ἠπεροπῆες.
ἀμφὶ δέ οἱ λαγόνεσσι Κυδωνιὰς ἔρρεε μίτρη,
τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται·
ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δʼ ὀαριστὺς
πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς
σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις.
καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ
Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην·
χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς
κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς·
δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη
δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.
οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν,
οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην,
ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς
θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν.
τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ
θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ·
οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς,
ἀλλὰ σιδηροφόροιο μετὰ σφρηγῖδα μελάθρου
μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη,
καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ
σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις.
οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου,
οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον· ὑγροβαφὴς δὲ
οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
