# Διονυσιακά 8.144-192

Nonnus of Panopolis, Διονυσιακά, Book 8, lines 8.144-8.192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/8.144

οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ
γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ,
ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων
καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης,
καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης.
Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης·
θνητῆς δʼ ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης
οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης.
δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων
αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς,
μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου.
εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι, ἠέ περ Ἥρῃ,
μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην,
ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης,
ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο
αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων
Τηθύος ἀρχεγόνοιο συνέστιος· ἔνθεν ἱκάνω
εἰς δόμον Ἁρμονίης, καὶ Ὀφίονος ἐγγύθι μίμνω.
ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην,
δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα
θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.
ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ
Μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη,
δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις
πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις.
δέχνυσο τοῦτον ἱμάντα· περισφίγξασα δὲ κόλπῳ
Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δʼ ἐθελήσῃς,
θέλγε νόον Κρονίδαο καὶ, εἰ χρέος, Ὠκεανοῖο
χωομένου· χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων
ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς
ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ·
οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.
ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων
ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ.
Δικταίης δὲ λιποῦσα σακέσπαλον ἄντρον ἐρίπνης
καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης
εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη,
ζήλῳ φυσιόωσα· μελιγλώσσῳ δὲ γεραιῇ
ἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ
παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ,
καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα
οἷα πατήρ· κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ
νήπιον εἰσέτι Κάδμον ἑᾷ μαιώσατο μαζῷ
καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ.
τῇ δέμας ἶσον ἔχουσα διέστιχεν εἰς δόμον Ἥρη
χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳ
μή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ
τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν
ὄμμα παρατρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
