Ancient Greek · ~8 min
Book 8, lines 8.193-8.242
Nonnus of Panopolis, Διονυσιακά 8.193-242
Not analysed yet
τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρου
ἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης,
Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ.
ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος· εὗρε δὲ κούρην
βριθομένην ὠδῖνι πεπαινομένου τοκετοῖο·
καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης,
γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ
καὶ χλόος οἰνώπων μελέων πάρος· ἑζομένης δὲ
Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ
ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων
ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν.
καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ
δάκρυον εὐποίητον ἀποψήσασα προσώπου,
καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ·
Εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;
πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων
πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;
καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας;
καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ
ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται;
ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων.
εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης·
τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην;
εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην
καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης,
ἐλθέτω εἰς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων·
γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.
εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς
καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ,
ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς,
ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις
δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ
εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη.
εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων
καὶ Σεμέλης ὑπʼ ἔρωτι λελασμένος ἔπλετο Δάφνης,
νόσφι δόλου κρυφίοιο διʼ ἠέρος εἰς σὲ χορεύσῃ
ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,
ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων,
πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ
Κάδμος ἐπουρανίην κιθάρην Θοίβοιο νοήσει,
ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης
Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.
εἰ δὲ γυναιμανέων σε βιήσατο κυανοχαίτης,
καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης,
ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου
νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης,
ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,
οἷα παρʼ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ,
σῆμα γάμων ἔστησεν Ἀμυμώνης, ὅθι νύμφης
Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης.