# Διονυσιακά 8.243-289

Nonnus of Panopolis, Διονυσιακά, Book 8, lines 8.243-8.289. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/8.243

ἀλλὰ τί κικλήσκω σε παρευνέτιν ἐννοσιγαίου;
ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;
ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ
παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς.
εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων,
ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ,
ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρά τις εἴπῃ·
Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.
ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει·
οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης.
ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων
Ζεὺς κερόεις ἀνάειρε· ποθοβλήτοιο δὲ ταύρου
ἄβροχος ἀκροτάτοιο διʼ ὕδατος ἔτρεχε χηλή,
καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα,
παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα.
ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου
χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς
ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο·
οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη·
εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη
σιγὴ ἐφʼ ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.
ὥς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην,
Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων,
μεμφομένην Κρονίωνι· παλιννόστῳ δὲ κελεύθῳ
αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ
κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος,
οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ·
Βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς;
τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα;
βροντή, ἐσυλήθης—οὐκ αἴτιός ἐστι Τυφωεύς—
Ἥρης ξυνὰ παθοῦσα παρήγορε· νυμφοκόμος γὰρ
ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς.
οὐ νιφετοῖς ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ
ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης
αὔλακα, καρπὸν ἔχων ἀχρήιον· ἀγρονόμοις δὲ
ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς.
ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν,
Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί.
ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης
εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης
λισσομένη φλογόεντας ἑοὺς δέξαιτο φονῆας.
τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη
ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων.
καὶ Σεμέλη βαρύδεσμος ἐῷ νεοπενθέι θυμῷ
ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων,
μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην,
Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
