# Διονυσιακά 8.47-99

Nonnus of Panopolis, Διονυσιακά, Book 8, lines 8.47-8.99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/8.47

κλεψινόοις δʼ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην,
καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην·
ἀμφοτέρας δʼ ἐρέθιζε· τόσῳ δʼ ἠνίπαπε μύθῳ·
Δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμθίον, Ἥρη,
ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς
Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων
οὐρανὸν ἑπτάζωνον ἀναίνεται· ἀντὶ σέθεν δὲ
τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην.
πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς
εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης;
πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ
πόρτις ἁλιπτοίητος ἐλαύνεται; οὐκέτι βούτης
Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς
κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει;
ἀλλὰ τί μοι δίμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων
αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ
Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω
ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον· εἰ δέ ποτʼ ἔλθῃ
γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην,
γνώσεται, οἷος Ἄρης, ὅτε χώεται· ἡμετέρην γὰρ
Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν
ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω·
καὶ πρόφασιν μεφέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει,
ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς,
ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις
αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων.
οὐρανὸς ἱλήκοι, μερόπων δόμος· ἄξονα βαίνω;
Καλλιστὼ κατʼ Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει
κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου.
Πλειάδος ἑπταπόρου στυγέω δρόμον· ἐν γὰρ Ὀλύμπῳ
Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήῃ.
νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς
ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις;
τικτομένη, Ἥφαιστε, μογοστόκε Τριτογενείης,
υἷα νόθης ἀλόχοιο λοχεύσεται αὐτοτόκος Ζεὺς
ὠδίνων τόκον ἄλλον ὑπέρτερον ἄρσενι μηρῷ,
οὐδὲ τεοῦ βουπλῆγος ἔτι χρέος. εἶξον, Ἀθήνη,
λῆγε Διὸς βοόωσα λεχώιον ἄντυγα κόρσης,
ὅττι σοφὴν ὠδῖνα τελεσσιγόνοιο καρήνου
αἰσχύνει Διόνυσος, ὅτι χθονίης ἀπὸ φύτλης
ἔσσεται αὐτολόχευτος Ὀλύμπιος, ὥς περ Ἀθήνη,
κρύπτων Παλλάδος εὖχος ἀμήτορος. ἀλλὰ καὶ αὐτὸς
αἰδέομαι πολὺ μᾶλλον, ὅταν μερόπων τις ἐνίψῃ·
Ζεὺς πόρε δῆριν Ἄρηι καὶ εὐφροσύνην Διονύσῳ.
ἀλλὰ πόλον Κρονίδαο νόθοις τεκέεσσιν ἐάσας
ἵξομαι οὐρανόθεν μετανάστιος· ὑγροπαγὴς δὲ
Ἴστρος ἑὸν σκηπτοῦχον ἀλητεύοντα δεχέσθω,
πρὶν Διὸς οἰνοχόον Γανυμήδεα δεῦρο νοήσω,
βουκόλον εὐχαίτην, μετὰ Πέργαμον ἀστὸν Ὀλύμπου,
οὐρανίης ἄψαυστον ἀμειβόμενον δέπας Ἥβης,
πρὶν Σεμέλην καὶ Βάκχον ἴδω ναετῆρας Ὀλύμπου,
καὶ στέφος ἀστερόφοιτον ἐπιχθονίης Ἀριάδνης
σύνδρομον Ἠελίοιο, συνέμπορον ἠριγενείης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
