# Acta apostolorum 10.19-34

New Testament, Acta apostolorum, 10.19 to 10.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/acta-apostolorum/10.19

τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα · Ἰδοὺ ἄνδρες ζητοῦντές σε · ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος , ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς . καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν · Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε · τίς ἡ αἰτία δι’ ἣν πάρεστε ; οἱ δὲ εἶπαν · Κορνήλιος ἑκατοντάρχης , ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων , ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ . εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν . Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς , καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ . τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν . ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους . ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον , συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν . ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων · Ἀνάστηθι · καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι . καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν , καὶ εὑρίσκει συνεληλυθότας πολλούς , ἔφη τε πρὸς αὐτούς · Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ · κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον · διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με . Καὶ ὁ Κορνήλιος ἔφη · Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου , καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ καὶ φησί · Κορνήλιε , εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ . πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος · οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν . ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ , σύ τε καλῶς ἐποίησας παραγενόμενος . νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου . Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν · Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός ,

---

NOVUM TESTAMENTUM, Acta apostolorum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg005.local001/.
