Ancient Greek
16.16 to 16.32
NOVUM TESTAMENTUM, Acta apostolorum 16.16-32
Not analysed yet
Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν ,ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη · αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα · Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν ,οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας . τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας . διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν · Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς · καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ . Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας ,καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν · Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες ,καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν . καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν ,καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν ,πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν ,παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς · ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον . Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν ,ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι · ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου ,ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι ,καὶ πάντων τὰ δεσμὰ ἀνέθη . ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν ,νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους . ἐφώνησεν δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων · Μηδὲν πράξῃς σεαυτῷ κακόν ,ἅπαντες γάρ ἐσμεν ἐνθάδε . αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ ,καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη · Κύριοι ,τί με δεῖ ποιεῖν ἵνα σωθῶ ; οἱ δὲ εἶπαν · Πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν ,καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου . καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ .