Ancient Greek
19.1 to 19.16
NOVUM TESTAMENTUM, Acta apostolorum 19.1-16
Not analysed yet
Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς ,εἶπέν τε πρὸς αὐτούς · Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες ; οἱ δὲ πρὸς αὐτόν · Ἀλλ’ οὐδ’ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν . εἶπέν τε · Εἰς τί οὖν ἐβαπτίσθητε ; οἱ δὲ εἶπαν · Εἰς τὸ Ἰωάννου βάπτισμα . εἶπεν δὲ Παῦλος · Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας ,τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν ,τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν . ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ · καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς ,ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον . ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα . Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ . ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους ,ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς ,καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου . τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο ,ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου ,Ἰουδαίους τε καὶ Ἕλληνας . Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου ,ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους ,τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι . ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες · Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει . ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες . ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς · Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι ,ὑμεῖς δὲ τίνες ἐστέ ; καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ’ αὐτῶν ,ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου .