# Acta apostolorum 20.1-16

New Testament, Acta apostolorum, 20.1 to 20.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/acta-apostolorum/20.1

Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας , ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν . διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα ποιήσας τε μῆνας τρεῖς · γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας . συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος , Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος , καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος , Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος · οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι · ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων , καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε , οὗ διετρίψαμεν ἡμέρας ἑπτά . Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς , μέλλων ἐξιέναι τῇ ἐπαύριον , παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου . ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι · καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος , καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον , κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός . καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν · Μὴ θορυβεῖσθε , ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν . ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς , οὕτως ἐξῆλθεν . ἤγαγον δὲ τὸν παῖδα ζῶντα , καὶ παρεκλήθησαν οὐ μετρίως . Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον , ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον , οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν . ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον , ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην , κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου , τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον , τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον · κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον , ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ , ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα .

---

NOVUM TESTAMENTUM, Acta apostolorum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg005.local001/.
