Ancient Greek
22.17 to 22.30
NOVUM TESTAMENTUM, Acta apostolorum 22.17-30
Not analysed yet
Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι · Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ ,διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ . κἀγὼ εἶπον · Κύριε ,αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ · καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου ,καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν . καὶ εἶπεν πρός με · Πορεύου ,ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε . Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες · Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον ,οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν . κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα ,ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν ,εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ . ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος · Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν ; ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων · Τί μέλλεις ποιεῖν ; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν . προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ · Λέγε μοι ,σὺ Ῥωμαῖος εἶ ; ὁ δὲ ἔφη · Ναί . ἀπεκρίθη δὲ ὁ χιλίαρχος · Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην . ὁ δὲ Παῦλος ἔφη · Ἐγὼ δὲ καὶ γεγέννημαι . εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν · καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς . Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν ,καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον ,καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς .